Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 19.215 Joseph. AJ 19.220 (English) >>Joseph. AJ 19.224

19.218 Κλαύδιος δὲ ἐφʼ ἁρπαγῇ παρεσκευασμένους ὁρῶν καὶ δείσας, μὴ κατὰ φωνὴν ἀποθάνοι τὴν Γαΐου, φειδὼ σχεῖν ἠξίου τοῦ κατʼ αὐτὸν ἀνεπαχθοῦς ἀνάμνησιν αὐτοῖς ὑποτιθεὶς καὶ τοῦ ἀπρομηθοῦς τῶν γεγονότων. 19.219καὶ Γρᾶτος μειδιάσας ἐπισπᾶται τῆς δεξιᾶς, καίπαῦσαι, φησίν, μικρολογούμενος περὶ τῆς σωτηρίας δέον σε μεγαλοφρονεῖσθαι περὶ τῆς ἡγεμονίας, ἣν οἱ θεοὶ Γάιον ἀφῃρημένοι τῇ σῇ συνεχώρησαν ἀρετῇ πρόνοιαν τῆς οἰκουμένης λαβόντες. 19.220ἀλλʼ ἴθι καὶ τῶν προγόνων ἀπολάμβανε τὸν θρόνον.” ἀνεβάσταζέν τε αὐτὸν οὐ πάνυ τοῖς ποσὶ βαίνειν δυνάμενον ὑπό τε φόβου καὶ χάρματος τῶν εἰρημένων. 19.221

Συνεστρέφοντο δὲ περὶ τὸν Γρᾶτον ἤδη καὶ πλείους τῶν σωματοφυλάκων καὶ θεωροῦντες τὸν Κλαύδιον ἀγόμενον δόξῃ τοῦ ἐπὶ κόλασιν ἕλκεσθαι τῶν ἐπὶ τοιοῖσδε ζημιῶν ὡς ἄνδρα ἀπράγμονα διὰ βίου τοῦ παντὸς καὶ κινδύνοις οὔτι μετρίως ἐπὶ τῆς Γαΐου ἀρχῆς ὡμιληκότα, τινὲς δὲ καὶ αὐτῶν τοῖς ὑπάτοις ἐντρέπειν κρίσιν ἠξίουν τὴν περὶ αὐτόν. 19.222καὶ πλειόνων τοῦ στρατιωτικοῦ συστρεφομένων φυγαί τε ἦσαν τοῦ ὁμίλου καὶ προόδων ἀπορία τῷ Κλαυδίῳ διʼ ἀσθένειαν τοῦ σώματος, ἐπεὶ καὶ οἱ τὸ φορεῖον αὐτοῦ φέροντες περὶ τὴν ἁρπαγὴν αὐτοῦ παραγενομένης φυγῆς ἔσωζον αὑτοὺς ἀπʼ ἐλπίδος θέμενοι τὴν σωτηρίαν τοῦ δεσπότου.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 19.215 Joseph. AJ 19.220 (English) >>Joseph. AJ 19.224

Powered by PhiloLogic